Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.14 Joseph. AJ 14.18 (English) >>Joseph. AJ 14.23

14.16λαβὼν δὲ τὰς πίστεις Ἀντίπατρος ὑπέστρεψε πρὸς Ὑρκανὸν εἰς Ἱεροσόλυμα, καὶ μετʼ οὐ πολὺ παραλαβὼν αὐτὸν καὶ τῆς πόλεως ὑπεξελθὼν νύκτωρ καὶ πολλὴν ἀνύσας ὁδὸν ἧκεν ἄγων εἰς τὴν καλουμένην Πέτραν, ὅπου τὰ βασίλεια ἦν τῷ Ἀρέτᾳ. 14.17μάλιστα δὲ ὢν φίλος τῷ βασιλεῖ κατάγειν τὸν Ὑρκανὸν εἰς τὴν Ἰουδαίαν παρεκάλει· καὶ τοῦθʼ ἑκάστης ἡμέρας ποιῶν καὶ οὐκ ἀνιείς, ἀλλὰ καὶ δωρεὰς προϊέμενος, πείθει τὸν Ἀρέταν. 14.18οὐ μὴν ἀλλὰ καὶ Ὑρκανὸς ὑπέσχετο αὐτῷ καταχθεὶς καὶ τὴν βασιλείαν κομισάμενος ἀποδώσειν τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις, ἃς Ἀλέξανδρος πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. ἦσαν δʼ αὗται Μήδαβα, Λιββα, Ναβαλώθ, Ἀραβαθα, Γαλανθώνη, Ζωϊρα, Ὠρωναιδιγωβασιλισσαρυδδα, Αλουσα, Ωρυβδα. 14.19

Τούτων αὐτῷ τῶν ὑποσχέσεων γενομένων Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον μετὰ πέντε μυριάδων ἱππέων ἅμα καὶ πεζῆς στρατιᾶς, καὶ νικᾷ τῇ μάχῃ. πολλῶν δὲ μετὰ τὴν νίκην πρὸς Ὑρκανὸν αὐτομολησάντων μονωθεὶς Ἀριστόβουλος ἔφυγεν εἰς Ἱεροσόλυμα. 14.20 δὲ τῶν Ἀράβων βασιλεὺς πᾶσαν τὴν στρατιὰν ἀγαγὼν καὶ προσβαλὼν τῷ ἱερῷ τὸν Ἀριστόβουλον ἐπολιόρκει προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ καὶ συμπολιορκοῦντος αὐτῷ, μόνων δὲ τῶν ἱερέων τῷ Ἀριστοβούλῳ προσμενόντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.14 Joseph. AJ 14.18 (English) >>Joseph. AJ 14.23

Powered by PhiloLogic